Matthew Dateline Meter

Meter Quick Links
← Poetic Meter Resource Index
← Poetic Meter Forum Threads
← Poetic Meter Excel Docs + Webpages
← Poetic Meter Word Docs + Webpages
← Downloads Index (All Files)

Meter Colour Legend:

  • Red underlined text: pronounce as one syllable (dipthong or elision)
  • Orange: numbers divisble by seven / counts are sevened factors
  • Purple: factors of 3
  • Pink: submeters / syllable count for the preceding phrase
  • Green: is keyword / anaphora
  • Light green highlight: unmatched meter sums

 

 

Verse

Syllable

Cumulative

1

Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.

19

19

2

Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ,

19

38

 

Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,

16

54

3

Ἰούδας δὲ ἐγέννησεν τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ,

17

71

 

Φάρες δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ,

18

89

4

Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών,

22

111

 

Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών,

9

120

5

Σαλμὼν δὲ ἐγέννησεν τὸν Βόες ἐκ τῆς Ῥαχάβ,

12

132

 

Βόες δὲ ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ, Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί,

20

152

6

Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα.

14

166

 

Δαυὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,

14

180

7

Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ,

10

190

 

Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ,

18

208

8

Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ,

20

228

 

Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν,

9

237

9

Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ, Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν Ἀχάζ,

18

255

 

Ἀχὰζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν,

10

265

10

Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ,

11

276

 

Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμώς, Ἀμὼς δὲ ἐγέννησεν τὸν Ἰωσίαν,

19

295

11

Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ

17

312

 

ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.

11

323

12

Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ,

23

346

 

Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ,

12

358

13

Ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακίμ,

21

379

 

Ἐλιακὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ,

10

389

14

Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχίμ,

18

407

 

Ἀχὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ,

9

416

15

Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ,

11

427

 

Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ,

20

447

16

Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας,

14

461

 

ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος χριστός.

15

476

17

Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες,

 

 

 

καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες,

 

 

 

καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.

 

 

18

Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης τῆς μητρὸς αὐτοῦ

 

 

 

Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα

 

 

 

ἐκ πνεύματος ἁγίου.

 

 

19

Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι,

 

 

 

ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.

 

 

20

ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων·

 

 

 

Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου·

 

 

 

τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.

 

 

21

τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς

 

 

 

γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

 

 

22

τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου

 

 

 

διὰ τοῦ προφήτου λέγοντος·

 

 

23

ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν

 

 

 

τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ θεός.

 

 

24

ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ

 

 

 

ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ,

 

 

25

καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

 

 

 

Sisyphus